Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.52 Joseph. AJ 14.58 (English) >>Joseph. AJ 14.63

14.56οὐ μὴν ἐπράχθη τι τούτων, ἀλλʼ ἐπανῆλθεν Γαβίνιος τῆς τε πόλεως ἀποκλεισθεὶς καὶ τὰ χρήματα μὴ λαβών, τῶν Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐπιτρεψάντων τὰ συγκείμενα γενέσθαι. 14.57ὀργὴ δʼ ἐπὶ τούτοις Πομπήιον λαμβάνει, καὶ τὸν Ἀριστόβουλον ἐν φυλακῇ καταστήσας αὐτὸς ἐπὶ τὴν πόλιν ἔρχεται τὰ μὲν ἄλλα πάντα οὖσαν ὀχυράν, μόνῳ δὲ τῷ βορείῳ μέρει φαύλως ἔχουσαν· περιέρχεται γὰρ αὐτὴν φάραγξ εὐρεῖά τε καὶ βαθεῖα ἐντὸς ἀπολαμβάνουσα τὸ ἱερὸν λιθίνῳ περιβόλῳ καρτερῶς πάνυ τετειχισμένον. 14.58

Ἦν δὲ τῶν ἀνθρώπων ἔνδον στάσις οὐχ ὁμονοούντων περὶ τῶν ἐνεστώτων, ἀλλὰ τοῖς μὲν ἐδόκει παραδιδόναι Πομπηίῳ τὴν πόλιν, οἱ δὲ τὰ Ἀριστοβούλου φρονοῦντες ἀποκλείειν τε καὶ πολεμεῖν παρῄνουν τῷ κἀκεῖνον ἔχεσθαι δεδεμένον. φθάσαντες δὲ οὗτοι τὸ ἱερὸν καταλαμβάνουσι καὶ τὴν τείνουσαν ἀπʼ αὐτοῦ γέφυραν εἰς τὴν πόλιν εἰς πολιορκίαν εὐτρεπιζόμενοι. 14.59οἱ δὲ ἕτεροι δεξάμενοι τὴν στρατιὰν ἐνεχείρισαν Πομπηίῳ τήν τε πόλιν καὶ τὰ βασίλεια. Πομπήιος δὲ Πείσωνα τὸν ὑποστράτηγον πέμψας σὺν στρατιᾷ τήν τε πόλιν καὶ τὰ βασίλεια ἐφρούρει καὶ τὰς οἰκίας τὰς πρὸς τῷ ἱερῷ καὶ ὅσα ἦν ἔξω περὶ τὸ ἱερὸν ὠχύρου. 14.60καὶ τὸ μὲν πρῶτον λόγους συμβατηρίους τοῖς ἐντὸς προσέφερεν, οὐχ ὑπακουόντων δὲ εἰς προεκαλεῖτο τὰ πέριξ ἐτείχιζε χωρία πρὸς ἅπαντα Ὑρκανοῦ προθύμως ὑπηρετοῦντος. Πομπήιος δὲ ἕωθεν στρατοπεδεύεται κατὰ τὸ βόρειον τοῦ ἱεροῦ μέρος, ὅθεν ἦν ἐπίμαχον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.52 Joseph. AJ 14.58 (English) >>Joseph. AJ 14.63

Powered by PhiloLogic